Ancient Greek
579
Damascius, In Parmenidem 579
Unproofread scanNot analysed yet
εἰ δὲ καὶ ἄρρεν τὸ περιττόν, εἰν ἂν καὶ ταύτῃ ὁ ἀριθμὸς ἄρρην ἄμα καὶ Ἥλιος. Τί οὖν πρὸς τὸ ἕκτον ἐροῦμεν; ἆρα ὅτι ἄπειρός ἐστιν ὁ ἀριθμός, καὶ διὰ τοῦτο ἄρρητος καὶ ἄγνωστος; ἢ οὔτε ἄπειρος ἢ ἀριθμός, ἀλλὰ κατὰ μέθεξιν, οὕτω δὲ καὶ πεπερασμένος, εἰ καὶ μᾶλλον ἀπειροειδής· οὔτε τοιοῦτο ἐπιζητοῦμεν τὸ ἄρρητον, ἀλλ’ ἱερὸν τι καὶ συνθηματικόν.