Ancient Greek
598
Damascius, In Parmenidem 598
Unproofread scanNot analysed yet
οὗτος δυνάμενόν τε καὶ ἐνεργοῦν. Διὸ μετέχεται ὑπὸ τῆς οὐσίας, ὡς ἄμα καὶ οὔσης καὶ δυναμένης καὶ ἐνεργοῦσης· ἡ δὲ ὑπὲρ ἐνέργειαν δύναμις καὶ <ἡ> ὑπὲρ τὴν δύναμιν ὑπάρξις ἴδιοι ἐνάδες ἦσαν τῶν νοητῶν ἀμέθεκτοι. Πάντες οὖν οἱ μεθεκτοὶ Θεοὶ ἀπὸ τοῦ πατρικοῦ νοῦ προελθόντες εἰκότως ἤδη καὶ δύναμιν ἔχουσιν καὶ ἐνέργειαν ἴδιον, κατὰ μὲν τὴν ὑπάρξιν τὸ ἓν ὄντες,