Ancient Greek
604 to 605
Damascius, In Parmenidem 604-605
Unproofread scanNot analysed yet
τῷ τοῦ οὐρανοῦ νάτῳ περιάγει ἡ περιφορά.» Εἰ γὰρ καὶ ἵστανται ἐκεῖ καὶ περιάγονται αἱ ψυχαί, πάντως ὅτι το κινήσεως καὶ στάσεώς ἐστι χορηγὸς ἡ οὐρανία διακόσμησις. Ὁ δὲ Παρμενίδης τὴν μέσην τάξιν τῶν νοερῶν κινούμενον ποιεῖ καὶ ἐσλῶς. Πέμπτον, ἡ ἑτερότης αὐτὴ πότερον τῷ ἐνὶ ἀντιδιαρεῖται, ἢ τῷ ὄντι, ἢ οὐδετέρῳ, ἢ ἀμφοτέροις. Καὶ πάλιν ζητητέον πῶς συνείληφεν ἐν ἑαυτῇ τὴν ταυτότητα· διὰ τί γὰρ μὴ ἐσλι καὶ ἐνιαία ταυτότης κατὰ τὸ συναγωγόν, ὡς ἐτερότης κατὰ τὸ διακριτικόν. Ἔκτον δὴ οὖν, πῶς φησι· «Τὸ μὲν ὅλον ἄρρεν ἦν ἐν τῷ νοητῷ, τὸ δὲ Θῆλυ κατὰ τὴν ἐτερότητα.» Ἔδει γὰρ κατὰ τὰ μέρη στῆσαι τὸ Θῆλυ, εἴπερ ἐκεῖνο κατὰ τὸ ὅλον. Ἄλλ’ εἰ καὶ τοῦτο λέγοι τις,