Ancient Greek
609 to 610
Damascius, In Parmenidem 609-610
Unproofread scanNot analysed yet
μὲν ὅτι, καθάπερ τὰ εἴδη παραδείγματα ἐστὶ ἐσλι τῶν φαινομένων, οὕτω καὶ οἱ ἀριθμοὶ παραδείγματα τῶν εἰδῶν· προείληφε γὰρ ὁ ἀριθμὸς τὰς πάντων ἐν ἑαυτῷ ἰδιότητας· ἕτερον δὲ ὅτι καὶ πᾶν εἶδος ἐν διορισμῷ θεωρεῖται πρὸς τὰ ἄλλα· καὶ γίνεται μονὰς τοῦ εἰδητικοῦ ἀριθμοῦ· τρίτον δὲ ὅτι καὶ πᾶν εἶδος μονὰς ἐστὶν ἀριθμὸν οἰκεῖον γεννῶσα ἀφ’ ἑαυτῆς, καὶ τὸν εἴσω πρὸ τοῦ ἐκτὸς προιοῦντος. ἀλλὰ δὴ πρὸς τὸ δεύτερον τῶν προβεβλημένων, ἐπειδή αἱ ψυχαὶ μερισταὶ μερισίαί εἰσιν, καὶ μεριστὰς προβάλλονται νοήσεις, εἰκότως εἰς τὸ διωρισμένον πλῆθος ἀνάγει τὰς διωρισμένας αὐτῶν προβολὰς· ὁ καὶ Σωκράτης ἐνδεικνύμενος, «καθορᾷ μὲν αὐτὴν δικαιοσύνην, φησίν, καθορᾷ δὲ σοφροσύνην, καθορᾷ δὲ ἐπιστήμην ἀριθμῶν,» τρόπον τινά, τὰς νοήσεις αὐτῶν, τῷ ἀριθμῷ τῶν ὁρωμένων· ἐπεὶ