Ancient Greek
612 to 614
Damascius, In Parmenidem 612-614
Unproofread scanNot analysed yet
ἄχρι μὲν τούτου δύνανται καὶ ἐπιστήμη συνανάγεσθαι διανοητικώτερον ἐνεργοῦσαι. Τοιγαροὖν τὸ τῆς ἐπιστήμης γένος περὶ τοῦτον ἔφατο εἶναι τὸν τόπον· ἐνταῦθα δὲ λύσασαι τὴν διάνοιαν καὶ ἀνεγείρασαι τὸ τοῦ νοῦ ἄνθος ἐπ’ αὐτὸ στέλλονται τὸ νοητὸν νοερῶς· ὅθεν καὶ φησὶ μὲν τὴν τοῦ Θεοῦ διάνοιαν ἀκήρατον, τρεφομένην νῷ τε καὶ ἐπιστήμη, περὶ ἐκεῖνον ἀναστρέφεσθαι τὸν τόπον, αὖθις δὲ μυουμένους ἐκεῖ τὰ ἐπέκεινα ἐποπτεύειν. Τί δὲ πρὸς τὸ τρίτον ἐροῦμεν; ἢ ὅτι κατ’ ἰδιότητα μὲν ἐκεῖ μάλιστα πρὸς τὸ πρὸς τὸ Β πρὸς τὸ τὰ δείγματα τῶν πρὸς τὸ προσβολὰς πρὸς τὸ Β πρὸς τὸ ἑτερότης, κατὰ δὲ τὴν ἑτεροιουμένην διάκρισιν, ἥκιστα· οὐ γὰρ ταῦτόν ὑπάρξιν ἑτερότητος σκοπεῖν καὶ διάκρισιν ὑποστάσεως. Μήποτε δὲ καί, ὡς αὐτὸς φησιν, ὅπου ἡ ἄκρα ἕνωσις, ἐκεῖ καὶ ἡ πρὸς ταύτην ἀντιδιηρημένη διάκρισις. Διὸ καὶ τὰ εἴδη ἥνωται τε καὶ διακέκριται εἰς ὑπερβολήν, ὅτι οὐ μάχεται ταῦτα ἀλλήλοις· ὅσῳ γὰρ μᾶλλον ἦνυται, τοσούτῳ μᾶλλον διακέκριται διὰ τὴν ἀμιγῆ καὶ ἀσύγχυτον χώρησιν δι’ ἀλλήλων. ὅλως δὲ ἕκαστον ὅπου πρῶτον ἐκφαίνειται, ἐνταῦθα καὶ μάλιστα ἔστιν, ὅ ἐστι καὶ ἑνοειδέστατον ὑφέστηκεν ὅτι πάντα ἐν τῷ