Ancient Greek
62 to 63
Damascius, In Parmenidem 62-63
Unproofread scanNot analysed yet
ἐνέργεια ὑμνουμένη, οὐ προιοῦσα, ἀλλὰ διὰ πάντων ἀμιγῶς χωροῦσα, καὶ πανταχοῦ τῶν δι’ ὧν πάρεισιν ἐξῃρημένη ἀφ’ ἑαυτῆς. Τρίτον ἐπὶ τούτοις ἐπισκεπλέου ὡς λέγει τὴν νοητὴν ζωήν· οὕτω γὰρ καὶ τὸ νοητὸν ζῶν κατ’ αἰτίαν ἔσται ζῶον· ὡς οὖν ἐκεῖ τὸ αὐτοζῶον παράδειγμα κατ’ αἰτίαν; οὐκ ἄρα πρὸς ἐκεῖνο ὁ κόσμος, ὡς ἐν Τιμαίῳ λέγεται· οὐ γὰρ πρὸς τὸ κατ’ αἰτίαν, ἀλλὰ τὸ καθ’ ὑπάρξιν ἢ εἰκῶν ἐπιτελεῖται, ἄτε καθ’ ὑπάρξιν οὖσα εἰκῶν καὶ γιγνομένη· ἢ δὲ δυνάμει εἰκὼν τοῦ κατ’ αἰτίαν εἴη ἂν παραδείγματος· ἔτι δὲ τὸ κάλλιστον ἔστι τῶν νοουμένων τὸ πρῶτον Γ. τον παράδειγμα καὶ περιέχον πάντα ὅσα νοητὰ ζῷα. Νοητὸν ἄρα ἔστιν τὸ πρῶτον παράδειγμα καὶ τὸ πρῶτον τῇ νοήσει σύμμετρον· διὸ καὶ