Ancient Greek
650 to 651
Damascius, In Parmenidem 650-651
Unproofread scanNot analysed yet
ἕνταῦθα. Ὅπου μὲν γὰρ ἑτερότης, ἐνταῦθα γεννᾶται καὶ ἀριθμός. τῆτες, ὥστε καὶ ἀριθμοὶ τρεῖς· εἰ δὲ καὶ ἐνάδες τρεῖς καὶ οὐσίαι τρεῖς, ἀλλ’ εἰς ὁ ἀπὸ τῆς ἑτερότητος ἀριθμὸς ἐγγιγνόμενος, τῷ τε ἐνὶ καὶ τῇ οὐσίᾳ συνδιαιρῶν ἑαυτῷ τὸ τε οἰκεῖον καὶ τὸ ἕν, ὥστε τὸν ἑνιαῖον ἀριθμὸν τοῦ ἑνὸς μὲν εἶναι προηγουμένως, ἐπομένως δὲ τοῦ ὄντος, ἀναφύεσθαι γε μὴν κατὰ τὴν ἑτερότητα δι’ ἣν κατακερματίζεται καὶ τὸ ἕν καὶ τὸ ὄν, ἐν τῇ προόδῳ τῇ τε ὡς ἕν μονάδι, καὶ τῇ ὡς ἐπὶ τοῦ ἀπορρέοντος ἀριθμοῦ τῆς μονάδος. Τούτων τοίνυν διωρισμένων, ἐπισκεψόμεθα τὸ ἐνδέκατον, τίνα τρόπον ἀποδείκνυσιν συνδιαιρουμένην τῷ ἀριθμῷ τὴν οὐσίαν. Εἰ τὸ ἕν ἐστι, φησίν, καὶ οὐκ ἐστὶ τὸ ἀμέθεκτον ἕν, πάντως ὅτι καὶ ὁ