Ancient Greek
66
Damascius, In Parmenidem 66
Unproofread scanNot analysed yet
ὁ νοῦς ἢ ζῇ, καὶ ἔστι. Πανταχοῦ μὲν γὰρ πάντα· ἀλλὰ τὸ ἐν κύριον, καὶ τὰ ἄλλα εἰδοποιοῦν. Διὸ καὶ τὸ ὅν οὐ θαυμαστὸν εἰ νοεῖ συνηρτημένην τινὰ καὶ οὐσιώδη νόησιν, καὶ ζῇ ὁμοίως οὐσιωδῶς, αὐτὸ λέγω τὸ ὅν τὸ πρὸ πάντων· ἀλλ’ ἐκεῖνο μὲν ἀφράσιως πάντα καὶ ἠνωμένως· ὑποβὰν δὲ προὐβάλετό ὡς τὸ ὁλικώτατον πάντων τῶν ἄλλων, τὴν ζωήν.