Ancient Greek
664
Damascius, In Parmenidem 664
Unproofread scanNot analysed yet
συνάρτησιν, ὅπερ εἰς τὸ οὐδὲν μετέλαξεν, ὅτι καὶ τὸ ἓν μερικόν τι ἦν, τῷ δὲ τινὶ ἐνὶ τὸ οὐδὲν ἀντίκειται. Δεύτερον δὲ ἀποδείκνυμεν ὅτι μόριον ἕκαστον τῆς οὐσίας ἓν γέ τί ἔστιν ὡς ἡνωμένον καὶ κατὰ μέθεξιν· τοῦτο δὲ ἵνα δείξῃ διωρισμένον ἕκαστον μόριον, καὶ ὡς ἓν ἕκαστον, ἀλλ’ οὐχ ὡς ἀριθμός, ὅπερ ἐδόκει πεποιηκέναι συνδιανέμων τοῖς τοῦ ἀριθμοῦ μορίοις