Ancient Greek
674 to 677
Damascius, In Parmenidem 674-677
Unproofread scanNot analysed yet
Καὶ αὐτὴ πρώτη μόνη διαφορά, μετὰ τὴν διάφορον τοῦ νοητοῦ ἕνωσιν· ὅθεν καὶ τῷ «ἴδι δὴ ἔτι καὶ τῆδε» προσεχρήσατο, τὴν ἐπ’ ἄλλο γένος θεωρίας ἐνδεικνύμενος μετάβασιν· καὶ ἅμα ὅτι πολλὸς ἐν τῆδε τῇ τάξει ὁ μερισμός, ὡς καὶ αὐτός φησιν, καὶ ἅμα ὅτι ἢ ἑτερότης διοριστική ἐσθιν· ὅθεν καὶ ἢ ἀρχὴ τοῦ μεταδιορισμοῦ. Ἴσως δὲ καὶ τὴν συνοῦσαν τῇ τάξει ζωτικὴν ἐνδείκνυται κίνησιν τοῦτο δὴ τὸ «ἴδι.» · ἐπὶ γοῦν ταύτης μόνον εἶπεν τοῦτο κατὰ τὴν δευτέραν ὑπόθεσιν. Δεύτερον τοίνυν, εἴπερ μὴ οὐσίας τὸ ἐν, ἀλλ’ ὡς ἐν οὐσίας μετέσχεν,» ἕτερον ἄν εἴη τὸ ἐν τῆς οὐσίας. Καίτοι καὶ ἐν τοῖς νοητοῖς τὸ ἐν τῆς οὐσίας μετὰ ἡ οι α΄. ἀρχόμενος Β. αὐτὸς] β'. μετεῖχεν· ἢ μάλιστα μὲν καὶ ἐκεῖ ἐκινδύνευσεν ἡ ἑτερότης φανῆναι, ὡς ἐφίστησι καὶ ὁ Παρμενίδης· ἔπειτα ἐκεῖ μὲν μετέχει οὐσίας τὸ ἕν, ἐνταῦθα δὲ ὡς ἕν μετέχει οὐσίας· τὸ γὰρ ὡς ἕν δηλοῖ τὸ κατὰ τὴν ἑαυτοῦ ἑσῶς ἰδιότητα, διωρισμένον ἀπὸ τοῦ ὄντος· ἐκεῖ δὲ τὸ ὡς ἕν οὐ χωρίζεται τοῦ ὄντος· ἐν γὰρ τῷ τρόπῳ τινὰ τὸ μετέχον καὶ μετεχόμενον. Τρίτον δὲ ἐκεῖ μὲν συνεκαλύπτετο τῷ μετέχοντι ἐπικρατοῦντι τὸ μετεχόμενον, ἐνταῦθα δὲ ἀπογυμνοῦται καθ’ ἑαυτὴν ἡ οὐσία· διὸ προσεῖπεν «εἴπερ μὴ οὐσία τὸ ἕν,» ἵνα στῇ καὶ οὐσία διωρισμένη καθ᾽ ἑαυτήν. Ἔτι δὲ ἐκεῖ μὲν ἡ μέθεξις ὡς κοινωνία παρελαμβάνετο, ἐνταῦθα δὲ ὡς μετεχόμενον καὶ μετέχον· διὸ καὶ μέση ἀνεφάνη ἡ ἑτερότης. Τρίτον, πῶς διὰ τοῦ «ἀμφοτέρων» τὰ δύο