Ancient Greek
684
Damascius, In Parmenidem 684
Unproofread scanNot analysed yet
διότι ἡ τάξις διακριτική ἐστιν· ὅθεν ἀπὸ διακρίσεως ἀρξάμενος εἰς διάκρισιν ἐτελεύτησεν· φαίνεται δὲ ἐντεῦθεν ἀρχόμενος τῶν τριάδων· καὶ τὸ μέρος τῆς δυάδος ἑκάτερον ἐν ποιεῖ καὶ μονάδα, ἵνα ἔχῃ τὴν μονάδα τῇ δυάδι προστιθεὶς ποιεῖν τὴν τριάδα· ὅθεν τῷ εἰρημένῳ προληφθέντι ὡς λημματίῳ ἐπήγαγεν ὡς ἄλλην πρότασιν· εἰ δὲ ἐν ἕκαστον αὐτῶν ἐστιν, συντεθέντος ἑνός, ὁποιοῦν ἡτινιοῦν συζυγία,