Ancient Greek
719 to 720
Damascius, In Parmenidem 719-720
Unproofread scanNot analysed yet
ἄρρενωπόν, ὡς ἐν διακρίσει πρὸ τούτου δὲ, τὸ Σῆλυ, οὐ τοῦ ἄρρενος τούτου θῆλυ ὄν, ἀλλὰ τοῦ νοητοῦ ἄρρενος καὶ πατρός, αὐτῆς γὰρ τῆς παιδὸς ἀφείλετο κούριμον ἄνθος καὶ διὰ τοῦτο εἰς ἄλλην διακόσμησιν προάγει τὰ ἐκείνου γεννήματα, ὡς ἡ Γῆ τὰ τοῦ Οὐρανοῦ, καὶ ἡ Ῥέα τὰ <τοῦ> Κρόνου, καὶ Ἥρα τὰ τοῦ Διός. Πανταχοῦ γὰρ ἑτερότης ἐστὶν ἡ διακρίνουσα, ἀρξαμένη ἀπὸ τῶν νοητῶν καὶ νοερῶν τῆς ἀκρίττητος. ὅλως δὲ ὁ ἀριθμὸς πρὸ τοῦ συνεχούς, ὅτι δεῖται ἀριθμοῦ τὸ συνεχὲς διαιρούμενον, καὶ ὅτι τριχῇ διαστατόν τὸ δὲ τριχῇ ἀπὸ τῆς τριάδος· ἡ δὲ συνοχικὴ τάξις αἰτία τῆς συνεχείας, ὡς ἐκείνη τοῦ ἀριθμοῦ, το καθάπερ ἡ τρίτη τοῦ σχήματος ὁ συγκεῖται ἐξ ἀριθμοῦ καὶ συνεχείας. ἀλλὰ τὸ