Ancient Greek
723
Damascius, In Parmenidem 723
Unproofread scanNot analysed yet
συνοχὴ τῶν πολλῶν ἐσλιν, ὡς τὸ ὅλον τῶν μερῶν. Ἔτι τοίνυν τὸ μὲν συνοχικὸν μερῶν ἐσλι συνέχεια κρατοῦσα τοῦ μερισμοῦ, ἡ δὲ τελειότης μέρους ἑκάστου ἐσλὶ τελειότης, καὶ τέλειον ἕκαστον ποιοῦσα ἐπανάγει πρὸς τὸ ὅλον. Ἑκασλον γὰρ ἀτελὲς γιγνόμενον ἀποπίπτει τῆς οἰκείας ὁλότητος. Ἔτι δὲ ἡ μὲν ὁλότης τὰ μέρη συνέχει, ἡ δὲ τελειότης τὸ ἀνελλιπὲς παρέχεται τοῖς μέρεσιν, ἀεὶ