Ancient Greek
726 to 727
Damascius, In Parmenidem 726-727
Unproofread scanNot analysed yet
ἐν πρὸς τὰ πολλὰ χωριστὸν ὁρᾶται, τὸ δὲ ὅλον πρὸς τὰ μέρη, ἤδη σχέσιν πρὸς αὐτὰ ἀνειληφός, ἡ δὲ τελειότης αὐτὴ ἐστὶν ἡ ἀνελλιπὴς τῶν μερῶν ὑπόστασις· τέλειον γὰρ ἐστὶν ὁ ἀρχὴν ἔχει καὶ μέσα καὶ τέλος. Ἀλλὰ τὸ ἕκτον ἐπισκεπλέον εἰ τὸ μὲν ἐν ὃν τῆς πρώτης χαρακτηρίζει τὸ νοητόν, τὸ δὲ ὅλον καὶ μέρη τῆς μέσης τὸν νοητὸν καὶ νοερὸν διάκόσμον, ἅτε μέσον ὄντα τὸν μέσον, τὸ δὲ ταὐτὸν καὶ ἕτερον τὸν τρίτον ὡς τρίτον. Καὶ γὰρ οὗτος μὲν νοερὸς καὶ ὁ νοερὸς νοῦς τρίτος ἐστίν, ἐκεῖνος δὲ ὁ κόσμος νοητός, τὸ δὲ ἐν ἐκείνῳ νοητὸν ἡ ἀκρότης, ὁ δὲ μέσος νοητὸς καὶ νοερὸς, ὡς καὶ τὸ μέσον αὐτοῦ ἐν αὐτῷ. Τοιγαροῦν ἐν μὲν τῷ