Ancient Greek
733
Damascius, In Parmenidem 733
Unproofread scanNot analysed yet
ἐν ὃν οὐκέτι ὄν, ἀλλ’ ἐν ἔστι μόνον, ὅτι τῷ ἐνὶ μᾶλλον προσέχει τὸν νοῦν. ἀλλὰ τί τὸ ὄγδοον λέγομεν; διὰ τί ἀπὸ τῆσδε τῆς τάξεως ἀφίησι τὸ ὄν; Ἄρα ὡς φησι καὶ τῶν ἀποφάσεων ἀπὸ ταύτης, ἀλλ’ οὔτε ἀληθὲς τοῦτό γε· ἀπὸ γὰρ τῶν πολλῶν ἤρξατο, ὡς καὶ αὐτὸς ἔλεγεν, οὔτε λύσαι τὴν ἀπορίαν τοῦτο ἔστιν, ἀλλ’ ἑτέραν προσθεῖναι.