Ancient Greek
735 to 736
Damascius, In Parmenidem 735-736
Unproofread scanNot analysed yet
δὴ ἡ μέση τάξις νοητὴ ἐστι καὶ νοερὰ, διὰ τοῦτο ἐν ταύτῃ καὶ φαίνεται καὶ δοκεῖ ἐκβάλλεσθαι. Ἐν μὲν δὴ τῆς πρὸ αὐτῆς καὶ πᾶνυ παρελαμβάνετο, ὅτι πολὺ εἶχεν τὸ νοητόν. Ἐν δὲ τῇ μέσῃ παραλαμβάνεται μέν, οὐκ ἐμφανῶς δὲ, ἀλλ’ ὥστε καὶ ἀμφισβητεῖσθαι. Ἐν δὲ τῇ τρίτῃ, ὅπου τὸ νοερὸν ἐπλεόναζεν, καὶ τελῶς σκεύγεται· διότι καὶ ἡ νοερὰ ἑβδομὰς ἐντεῦθεν ἤρχετο κατὰ τὴν ἤδη προβολὴν τῶν νοερῶν ψυχῶν. Εἶτα ἐξῆς παραλιμπάνεται ὡς ἐν τοῖς νοεροῖς οὐκ ὄντος τοῦ νοητοῦ, ὃ δὴ παρείχετο ἢ τοῦ ὄντος πρὸς τὸ ἐν μία ἕνωσις. Πρὸς δὲ τὸ ἔνατον λέγομεν ὅτι σύνδεσμος οὖσα τῶν ἄκρων, ἡ μέση τάξις συνείληφεν ἐν ἑαυτῇ τὰς ἑκατέρωθι, πλὴν ὅτι τὸ γε ἐν ἐν αὐτῇ ὡς ὅλον