Ancient Greek
740 to 741
Damascius, In Parmenidem 740-741
Unproofread scanNot analysed yet
τὸ πεπερασμένον καὶ ἄπειρον συμπεραίνεται· τρίτον, οὐ τὸ ἄπειρον εὔ παρείληπται ἐν τῇ ἀποδείξει, καίτοι ἄτοπον τὸ μὲν ἡμῖν ἀποδεικνύναι· τὸ δὲ ἡμῖν ἀνωθεν παραλαμβάνειν ἐξωθεν. Πρὸς δὲ τούτοις, πολλάκις συνεπεράνατο ἐν τοῖς πρόσθεν, ὅτι τὸ ἕν πολλά καὶ τὸ ὂν, τοσαῦτα ὅσα τὸ ἕν. Τί οὖν βουλόμενος τὰ αὐτὰ πάλιν ἐπήγαγεν τῇ συμπλοκῇ τῶν δύο ἀριθμῶν; «τὸ ἕν ἄρα αὐτὸ κεκερματισμένον ὑπὸ τῆς οὐσίας, πολλά τε καὶ ἄπειρα τὸ πλῆθός ἐστιν,» εἰ μὴ εἰς ἑτέραν ταῦτα προεβάλλετο διακόσμησιν; Ἔτι δὲ ἐν τῇ προτέρᾳ διατάξει ποιήσας τοὺς ἀριθμοὺς διὰ τῶν ῥηθέντων ἀπάντων, ἐπὶ τῷ τέλει συνέπλεξεν. Τί οὖν ἄλλο ἐλείπετο τοῖς προτέροις συμπεράσμασιν; οὐδέν, οἶμαι ἔγωγε. Εἰ τοίνυν καὶ τούτοις λείπει τινα, καὶ ἐκείνοις οὐδὲν λείπει, τὴν