Ancient Greek
744 to 745
Damascius, In Parmenidem 744-745
Unproofread scanNot analysed yet
καὶ ἐν ἄλλῳ; τὸ γὰρ οὕτως ἔχον ἱκανὴν διάστασιν τῷ λόγῳ παρέσχετο καὶ ἐπὶ τῆς δευτέρας. Οὕτω δὴ πεφυκὸς καὶ ἐπὶ τῆς τρίτης, εἴπερ καὶ τὰ πρόσθεν πέπονθεν· η τεκμήριον δὲ τῆς κατὰ τὴν μέσην ἀλληλουχίας τὸ καὶ ἐν τῷ μέσῳ εἶναι τὰ ἄκρα, καὶ ἐν τοῖς ἄκροις τὸ μέσον. Πανταχοῦ γὰρ καὶ τὸ ὅλον καὶ μέρη, καὶ τὸ ἓν καὶ πολλά, καὶ ἀρχὴ καὶ μέσον καὶ τέλος, ἢ καὶ τὸ πεπερασμένον καὶ τὸ ἄπειρον. Ἔλεγε γοῦν καὶ ἐπὶ τῆς πρώτης μέρη, ὥστε καὶ ὅλον, καὶ ἄπειρον, ὥστε καὶ τὸ πεπερασμένον. Ἡ πῶς ἂν τὰ πολλά ἓν ἕκαστον ἴσα τοῖς οὐσιώδεσι πολλοῖς; ἐν γὰρ πεπερασμένοις τὸ ἴσον. Ἐπὶ τε τῆς τρίτης, μέρη μέν, ἀρχὴ καὶ μέσον καὶ