Ancient Greek
748 to 749
Damascius, In Parmenidem 748-749
Unproofread scanNot analysed yet
τῶν ἀριθμῶν, ἵνα ἐνδείξηται ὅτι νοητὴ καὶ νοερὰ ἐστὶν ἢ τάξις ἥδε, ὡς ἐλέγομεν. Τέταρτον, διὰ τί συμπλέκει παραλλὰξ τὰς ἀποδείξεις, πρῶτον ὅτι ἐν ν. πολλά, εἶτα ὅτι ἄπειρον, εἶτα ὅλον καὶ μέρη, εἶτα ἀπὸ τοῦ ὅλου πεπερασμένον; ἢ πρῶτον μὲν καὶ τοῦτο τῆς ἀλληλουχίας ἐν τῷ μέσῳ μάλιστα ὁρωμένης σημεῖον εἶτα πολλάκις καὶ πρὸς τὸ ἐναργέστερον τῆς ἀποδείξεως μετακοσμεῖ τὰ συμπεράσματα. Πέμπτον, διὰ τί τὸ πέρας περιέχον ἐκάλεσεν; ἄρα, ὡς φησιν, ὅτι πέρας λαμβάνει τὸ συγκλεῖον, διὸ καὶ ἀπ’ αὐτοῦ κατασκευάζει τὸ σχῆμα; Ἄλλ’ ὁ Πλάτων καθόλου εἶπεν τὸ πέρας εἶναι περιέχον· ἢ οὐκ ἀντιστρέφει ὁ λόγος· τὸ μὲν γὰρ ὅλον περιέχει, τὸ δὲ περιέχον πέρας ἐφάτο. Οὐ μὴν τὸ πέρας ἀλληλουχίαν ὡς ἐπὶ τῶν ἤδη