Ancient Greek
75
Damascius, In Parmenidem 75
Unproofread scanNot analysed yet
δὲ μέσον· ἐν τρισὶ γὰρ τὰ πάντα· καὶ ἄλλως φησὶ Θεολογικώτερον· ἐπειδὴ οὐσία τὸ νοητόν, μετὰ δὲ οὐσίαν, ζωὴ καὶ νοῦς· ὥστε καὶ ταύτῃ τριπλοῦν τὸ νοητόν. Καὶ μὴν δεῖ καὶ τριχῶς ἕκαστα Θεωρεῖν, καὶ μένοντα, καὶ προϊόντα, καὶ ἐπιστρεφόμενα. Ἔστι ἄρα καὶ ταῦτα ἐν τῷ νοητῷ τὸ μὲν ἄκρον, μένον, τὸ δὲ μέσον, προϊόν, τὸ δὲ ἔσχατον, ἐπιστρεφόμενον. Ἡ