Ancient Greek
758 to 760
Damascius, In Parmenidem 758-760
Unproofread scanNot analysed yet
ὑπαρξιν· ζητήσομεν δέ, ὡς καὶ ἡ δευτέρα· καὶ διὰ τί ἐπὶ ταύτης τῆς ὅλης διακοσμήσεως τριαδικὴ ἐστὶν ἡ τῶν συμπερασμάτων πρόοδος. Τέταρτον, ὡς ἡ τελεσιουργὸς αὕτη τάξις, καὶ τὸ τελεστικόν, καὶ τὸ δημιουργικὸν εἶδος συνείληφεν τῆς τελειότητος. Πέμπτον, περὶ τῆς φρουρητικῆς ἰδιότητος ἐν ποίᾳ μάλιστα αὐτὴν τάξει καταχωριστέον, καὶ διὰ τί μὴ ἄρχει διακοσμήσεώς τινος, ὡς ἡ τελεσιουργός. Ἔκτον, τίνες αἱ διωρισμέναι τρεῖς τελειότητες, ἃς οἱ τρεῖς παρέχονται τελετάρχαι. Ἕβδομον, τίς ἡ ἀναλογία τῆσδε τῆς τάξεως πρὸς τὴν τρίτην τῶν νοητῶν. Ὀγδοον, πόθεν τὸν τρίτον τελετάρχην ὠρῆγαγεν, καὶ εἰ πάντως ἐξ αἰτίων τίων προϋπαρχόντων, ἢ καὶ ἐξ ἑαυτῶν ἐστίν, ὅτε παράγει τὰ Θεία συμπεράσματα ὁ Παρμενίδης. Ἔνατον, τί τὸ σχῆμα ἀποθετέον, εἴπερ ἡ μὲν εὐθεῖα λέγεται, ἡ δὲ περιφερής, ἡ δὲ μικτή, ὡς ἡ ἐλιξ, ἢ πάντως τὸ σχῆμα ὡς συγκλεῖον πέρας. Λέγωμεν δὴ ἐφεξῆς πρὸς ἕκαστον, καὶ πρῶτόν γε πρὸς τὸ πρῶτον. Οὐκοῦν ἡ μὲν συνοχὴ τῶν μερῶν ὡς συνημμένων ἐστίν, ἡ δὲ τελειότης, ὡς διηρημένων εἰς ἄρχην καὶ μέσα καὶ τέλος. Μείζων ἄρα ἔνωσις τῆς τελειότητος ἡ συνοχή. Ἔτι ἡ μὲν ὁλότης καὶ