Ancient Greek
764
Damascius, In Parmenidem 764
Unproofread scanNot analysed yet
τελετάρχην ἐν ᾧ τέλος ἀρχῇ συν- άπλεται, καὶ ὡς ἡ ὁλότης ἐστὶ τῆς τριάδος. Οὕτω δὲ αὐτὸς παράγει τὸν τρίτον, ὥσπερ ὁ μέσος συνοχεὺς τὸν τρίτον, καὶ ὁ μέσος τῆς ἑτερότητος ἀριθ- μὸς τὸν οὐσιώδη· ὁ δὲ πρῶτος τελετάρχης, ὡμοιωμένος τῷ τρίτῳ, μάλιστα συνέχει, ἀπ’ αὐτοῦ καὶ πρόεισιν. Μήποτε δὲ ὁ μὲν πρῶτος συνοχεὺς τοὺς τρεῖς ἀπογεννᾷ τελετάρχας ἐπιπλέον διήκων·