Ancient Greek
78
Damascius, In Parmenidem 78
Unproofread scanNot analysed yet
τὰ ἄλλα κατ’ αἰτίαν περιέχον. Καὶ τριχῶς ὁρώμενον ὡς μένον ἐν τῇ ἑαυτοῦ αἰτία, καὶ προϊὸν ἀπ’ αὐτῆς, καὶ ἐπιστρεφόμενον πρὸς αὐτήν· ὥστε ἕκαστον ἀεὶ τεμοῦμεν εἰς τρία ἐπ’ ἄπειρον. Μήποτε οὖν ἀναμφισβητότερον ὧδε ἂν τις ἀποδείξειεν πολλὰς εἶναι τάξεις τῶν νοητῶν, εἰ ἔστι μονὰς νοητή· πανταχοῦ γὰρ τὸ πρῶτον μονάς. Πᾶσα δὲ μονὰς γεννητικὴ παντὸς ἔστιν οἰκείου πλήθους καὶ