Ancient Greek
783
Damascius, In Parmenidem 783
Unproofread scanNot analysed yet
τὸν αἰῶνα συνάγει τὴν νοητὴν διαίρεσιν· διὸ καὶ ἑκατέρα κλεῖς ἀνυμνεῖται ὑπ’ αὐτῶν τῶν Θεῶν. Ἀλλὰ μὴν τὸ ὄγδοον εἴρηται καὶ πρόσθεν, λεγέσθω δὲ καὶ νῦν ὅτι πολλάκις μὲν τὴν ἀπὸ τῶν προηγουμένων αἰτίων πρόοδον ὁ Παρμενίδης παραδίδωσιν, πολλάκις δὲ τὴν ἐκ τῆς αὐτῆς τάξεως ἀναφωμένην, ὡς ἐν τούτοις, ἐνίοτε δὲ καὶ τὴν αὐθυπόστατον ὡς εἴωθεν ἐν τοῖς