Ancient Greek
797
Damascius, In Parmenidem 797
Unproofread scanNot analysed yet
ὁ δὲ οὐσιώδης. Πρὸς δὲ τὸ δεύτερον ὅτι οὐχ ὡσαύτως ἐν ταῖς διαφόροις τάξεσιν τὰ αὐτὰ γένη παραλαμβάνεται. Καὶ τοῦτο καὶ ἐπὶ τῶν ἐξῆς ὀψόμεθα διακοσμήσεων καὶ νῦν ἡ ὁλότης παρεῖληπται ὡς παντότης ἀρχὴ γὰρ καὶ μέσον καὶ τελευτὴ ἡ παντότης, ἣν καὶ ὁλότητα καλεῖν ἠξίωσε κατὰ μέθεξιν, ὥσπερ καὶ τὴν ὁλότητα κατ’ αἰτίαν ἐκ τριῶν ἐποίησεν τούτων ὥστε τίκτει