Ancient Greek
799
Damascius, In Parmenidem 799
Unproofread scanNot analysed yet
ὅλον κατὰ μέθεξιν ἐσλιν ὅλον. Ὑφεῖται ἄρα κατὰ τὴν συνοχὴν εὐθὺς ἄρα παντότης ἀντὶ ὁλότητος καὶ τελειότης ἀντὶ συνοχῆς ἀεὶ γὰρ ταῖς τῶν πρo- τέρων ὑφέσεσιν ἐπισυνίστανται τῶν δευτέρων αἱ προβολαί, καὶ ταῖς ἐκείνων μεθέξεσιν ἐγκεντρίζονται αἱ τούτων ὑπάρξεις. Εἰ ἄρα ὅλον κατὰ μέθεξιν, τέλειον καθ’ ὑπάρξιν. Πρὸς τοίνυν τὸ πρῶτον ἐροῦμεν ὅτι τὸ πεπερασμένον ὅλον τι ἦν ὅλον γὰρ