Ancient Greek
803 to 804
Damascius, In Parmenidem 803-804
Unproofread scanNot analysed yet
ἡ τριχὴ διαίρεσις τῶν νοερῶν, καὶ πῶς ἑκάστη νοερὰ τάξις ὑφέστηκεν. Ἔκτον, τί τὸ ἐν ἑαυτῷ καὶ ἐν ἄλλῳ τῆς πρώτης νοερᾶς τάξεως· πότερον ὡς οἱ ἐξηγηταὶ φασιν, ἢ ἄλλως πῶς ἔχει. Καὶ τί κρεῖττον αὐτῆς τὸ ἐν ἑαυτῷ, καὶ κατὰ ποίαν ἐπιβολὴν αὐτὴν νοητέον. Ὄγδοον, τίς ἡ ἀπόδειξις τοῦ ἐν ἄλλῳ, καὶ πῶς αὐτὴν ἐκδεκτέον μετὰ ἀληθείας. Ἔνατον, διὰ τί μὴ καὶ τὰ πρὸ τῶν νοερῶν ἐν ἑαυτοῖς καὶ ἐν ἄλλοις· καὶ ἐπὶ τὸ νοῦς, οὐχὶ καὶ ἐν τῷ ὑπὲρ αὐτὸν προσεχῶς ἐν ἄλλῳ, καὶ μάλιστα τῷ ἑαυτοῦ αἰτίῳ· ἤδη γὰρ καὶ τοῦτο ἑκάτερον, ὅτι πρὸ αὐτοῦ τὸ ἕτερον. Δέκατον, πῶς οὐχὶ καὶ ἐπὶ τῶν σωματικῶν καὶ ἐνύλων, ἢ καθόλου τῶν γεννητῶν ὁ αὐτὸς ἀριθμός, εἰ