Ancient Greek
806 to 807
Damascius, In Parmenidem 806-807
Unproofread scanNot analysed yet
περιουσίαν καὶ τον ἑαυτῷ καὶ ἐν ἄλλῳ κατεσκεύασεν, ἀλλ’ ἀπὸ τοῦ ψορρωτέρω, καὶ ὅλως διὰ τί οἱ προσεχῶς ὑπερκείμενοι μὴ πάντως παράγουσιν τοὺς μεθ’ ἑαυτούς. Πρὸς μὲν οὖν τὸ πρῶτον, ἐν μὲν ἐκεῖνο λέγωμεν, πάντων ὧν ἀληθέστατον, ὅτι τοὺς θείους ἀριθμοὺς αὐτοὶ ἑαυτῶν ἐκφαίνουσιν οἱ θεοί. Καὶ οὐκ ἂν ὁ ἀνθρώπινος τολμήσειεν λόγος ἀπισχυρίσασθαι τι περὶ τῶν τοιούτων. Ὅτι μὲν γὰρ εἶναι δεῖ νοερὸν διάκοσμον, ἢ νοητὸν καὶ νοερὸν, ἢ νοητόν, ἀποδείξειεν ἄν, καὶ ὅτι τὸν μὲν ἡνωμένον ὡς μάλιστα, τὸν δὲ διακεκριμένον, τὸν δὲ μέσον, ἀμφοτέρα, καὶ τοῦτο ἂν διεβεβαιώσατο· ὡς δὲ ὁ μὲν ἐστὶ μοναδικός, ὁ δὲ τριαδικός, ὁ δὲ ἑβδομαδικός, τίς ἂν ἐπιλογήσαιτο, καὶ ἐπιλογισάμενος, οὕτως ἔχειν διισχυρίσαιτο, πλὴν εἰ μὴ τύχοι ταῖς