Ancient Greek
825 to 828
Damascius, In Parmenidem 825-828
Unproofread scanNot analysed yet
τῶν δευτέρων ἀνεχούσης ὑπεροχῆς. Αὐτὸς ἄρα οὐχ ἔχει τι σύνθημα τῆς ἑαυτοῦ οὐσίας· ὥστε οὐδὲ ἡ ζωογόνος Θεός, εἴπερ τὸ ἔστως ἀμείλικτος αὐτός αὕτη δὲ κινεῖται πρὸς τὸ πρὸ αὐτῆς. Ἔτι οὖν τρίτον διὰ τί ἐπὶ τοῦ τρίτου οὐχὶ ταυτότης ἀμειλίκτος, ἀλλ’ ἡ ἑτερότης· αὐτὴ γὰρ τῷ ἐν ἄλλῳ καὶ τῷ κινουμένῳ ἀναλογεῖ. Τέταρτον διὰ τί τοὺς μὲν ἀμειλίκτους πάντως ποιεῖν θέλομεν, τὸν δὲ ὑπεζωκότα σημαίνοι ἂν, εἴπερ αὐτοῦ ἔστιν τὸ ἐν ἑαυτῷ καὶ καθ’ ἑαυτὸ κεχωρισμένον τῶν ἄλλων. Τοῦτο μὲν οὖν ἀληθὲς ἔστιν ὅτι ἐμφαίνεται καὶ τοῖς πατράσι τὰ τῶν ἄλλων ἰδιώματα. Καὶ γὰρ ὁ παρ’ Ὀρφεῖ Κρόνος, ὃς Τιτάν ἐστι κατὰ τὸν ἑαυτοῦ ὑπεζωκότα, καὶ καταπίνει τὰ οἰκεῖα γεννήματα κατὰ τὸν ἀμειλίκτον. Καὶ δὴ καὶ τὸ ὄνομα ὁ Κορόνους δηλοῖ νοῦν καὶ τὸν κουρῆτα τούτου, καὶ ἐτι τὸν ὑπεζωκότα. Ὁ γὰρ καθαρὸς νοῦς οὐχὶ καὶ νοητὸν ἐτι ἔστιν, ἀλλὰ μόνον νοῦς ἀποτεμὼν ἑαυτὸν ἀπὸ πάντων κατὰ τὴν οἰκεῖαν περιγραφὴν. Ἀλλ’ ὅμως ἕνα τὸν Κρόνον Θεὸν ἀνυμνοῦμεν· ὥστε αἱ τρεῖς αὗται ἀντιθέσεις τοὺς τρεῖς ἡμῖν δηλούτωσαν νοεροὺς πατέρας. Διὰ τί οὖν οὐχὶ καὶ τὴν ὅλην ἑβδομάδα ὁ Πλάτων παραδίδωσι, καίτοι ἔχων καὶ παρ’ Ὀρφεῖ τὴν νοερὰν ἐκδομάδα; ἢ ὅτι καὶ Ὀρφεὺς τὰς τρεῖς ταύτας μονάδας ὁρᾷ προηγουμενάς· ἐν δὲ ταύταις περιλαμβάνει τὸ οἰκεῖον πλῆθος ἑκάστης, ἐν μὲν τῷ Κρόνῳ τοὺς Τιτᾶνας, ἐν δὲ τῇ Ῥέᾳ τὰς Τιτανίδας, ἐν δὲ τῷ Διὶ πάντας τοὺς Κρονίδας. Ἔτι δὲ καὶ οἱ Θεοὶ ἐν τοῖς πατράσιν φασιν