Ancient Greek
832
Damascius, In Parmenidem 832
Unproofread scanNot analysed yet
δὲ νοητὴ καὶ νοερὰ κατὰ τὴν πατρικὴν δύναμιν, ἡ δὲ νοερὰ κατὰ τὸν πατρικὸν νοῦν. Εἰς ταὐτὸ ἄρα συμβαίνει τὸ διακεκριμένον καὶ ἐπεστραμμένον εἰς τὴν τοῦ νοῦ μίαν ὑπόστασιν. Τίς οὖν ἡ τῆς ὑποστάσεως ταύτης τριχῇ διαίρεσις, ὅπερ ἦν τὸ σέμπλον; ἢ ὁ αὐτὸς τρόπος τῆς διαιρέσεως, ὥσπερ ἦν τῶν ὅλων, οὗτος καὶ τῶν διηρημένων τριῶν τμημάτων ὁμοιομερῶς τεμνομένων τῷ