Ancient Greek
842 to 843
Damascius, In Parmenidem 842-843
Unproofread scanNot analysed yet
κοσμοποιὸς ὢν αὐτόθεν, ἀλλὰ τοῦ κόσμου κηδεμών, καὶ εὐεργέτης καὶ ἀποπληρωτὴς τοῦ κοσμικοῦ βίου πᾶντος, καὶ πρὸ γε ἐπὶ αὐτοῦ δημιουργοῦ. Ἔπειτα καὶ δημιουργὸν ἐντεῦθεν ἀνυμνοῦσι τὸν Κρόνον, τὸν προχειρισμὸν τῆς δημιουργίας ἐν ἑαυτῷ θεασάμενον. Καὶ πῶς γὰρ οὐκ ἔμελλεν προβεβλῆσθαι τὸ δημιουργικὸν ἐν ἑαυτῷ ἴδιωμα, ὅτε δημιουργῶν ἐστὶ γεννητής, οὗς προάγει διακοσμεῖν τὴν δημιουργίαν. Ἀλλὰ μὴν καὶ Πλάτων αὐτὸς ἐν τῷ Πολιτικῷ τὸν Κρόνον ποιεῖ δαίμονα ἐφιστῶντα τοῖς μέρεσι τοῦ παντὸς ἀπολύτους δαίμονας, ὡς καὶ αὐτὸς τοῦ κόσμου προνοῶν· ὅλως δὲ ὁ ἐπὶ Κρόνου βίος ἐν τῷδε τῷ κόσμῳ ἐστίν, πλὴν ὅτι ἀπολυόμενος τοῦ κόσμου κατ’ ἐπιστροφὴν, ὥσπερ ὁ τοῦ Διὸς τῷ κόσμῳ συμφύμενος φυόμενος κατὰ πρόοδον. Καὶ τίνος γὰρ εἵνεκα δύο βίοι μυθολογοῦνται, Διὸς καὶ