Ancient Greek
849
Damascius, In Parmenidem 849
Unproofread scanNot analysed yet
ἐν ἄλλῳ· τοῦτο δὲ ὄνομα ἦν τῶν προσύλων εἰδῶν, ὡς ἐν τοῖς ἐξῆς πολλαχοῦ λέγεται καὶ εἴρηται πρόσθεν· δεύτερον δὲ ὅτι προϊὼν τὸ ἐν ἑαυτῷ πρὸς τὸ ἐν ἄλλοις ἀντιδιαιρεῖ, ὥστε οὐδὲ αὐτὸς ἀμφισβητεῖ μὴ οὐχὶ τὰ ἄλλα εἶναι τὰ μετὰ ταῦτα καὶ πρόσυλα· τρίτον δὲ ὅτι ἐν τῷ ἐξῆς συμπεράσματι τὸ μὲν ἐν ἑαυτῷ συμπροφαίνει τὴν ταυτότητα, τὸ