Ancient Greek
852
Damascius, In Parmenidem 852
Unproofread scanNot analysed yet
ὅλος ἄρα ἐν ὅλῳ, ὡς αὐθυπόστατος. Ἀλλὰ τοῦτο μὲν ἀληθές· οὐ μὴν τῷ γε Παρμενίδῃ ἀκολουθεῖ. Εἰ μὴ ἄρα ὑφίστησι μὲν τὸ ὅλον, ὑφίσταται δὲ τὰ πάντα μέρη· οὕτω δὲ οὔτε τὸ ὅλον ἐν ἑαυτῷ, ἀλλ’ ἐν ἄλλῳ, οὔτε τὰ μέρη ἐν ἑαυτοῖς, ἀλλ’ ἐν τῷ ὅλῳ. Ἄλλ’ ἐστὶν καὶ ὧδε, φησίν, ἐν ἑαυτῷ, ἥ καταπίνει τὰ οἰκεῖα γεννήματα,