Ancient Greek
855 to 856
Damascius, In Parmenidem 855-856
Unproofread scanNot analysed yet
τάξει ἰδίως τὴν ἀπόδειξιν. Ὁ δὴ νοῦς ἐν διακρίσει καὶ ἐπιστροφῇ οὐσιωμένος· καὶ γὰρ δεῖ προελθεῖν, εἶτα ἐπιστραφῆναι· μερισθεὶς οὖν, εἶτα ἐπιστραφεὶς μετὰ τὸ προελθεῖν, μερισμὸς ὑπέστη πρὸς ἑαυτὸν ἐπεστραμμένος, καὶ αὕτη κοινὴ οὐσία. Τοῦ νοῦ δὲ πρώτου τὸ ὁλότητα μᾶλλον εἶναι ἢ μερισμόν, καὶ ἔνωσιν μᾶλλον ἢ ἐπιστροφὴν, τοῦ δὲ τρίτου ἀνάπαλιν ἐπιστροφὴν μᾶλλον ἢ ἔνωσιν, καὶ μερισμὸν μᾶλλον ἢ ὁλότητα, τοῦ δὲ μέσου ἐπίσης ἄμφω· καὶ ταῦτα μὲν εἰς ὕστερον βασανιοῦμεν. Τὸ δ’ οὖν προκείμενον ὁ πρῶτος νοῦς ἐπεστραμμένος ὡν μερισμὸς καὶ ἡνωμένη ὁλότης· μᾶλλον δὲ ὁλοφυὴς μερισμὸς καὶ ἀμέριστος, κατὰ τὸ λογῖον, καὶ ἡνωμένη ἐπιστροφή, αὐτὸς ἂν ἐν δίκῃ λέγοιτο τὰ πάντα μέρη, καὶ αὐτὸς τὸ ὅλον. Καὶ οὐ μάτην ἐπὶ τούτου πρώτου τὰ πάντα