Ancient Greek
863
Damascius, In Parmenidem 863
Unproofread scanNot analysed yet
ὅλον εἶναι τοῦδε τοῦ πατρός, καὶ ἐπὶ τοιαύτης ἐννοίας ὁρμεῖν τὴν Παρμενίδου ἀπόδειξιν. Τὸ τοίνυν ὄγδοον ὡς ἀποδείκνυται τὸ ἐν ἄλλῳ· ἄρα, ὡς φησιν, ὅτι τὸ ἐξηρημένον ὅλον οὔτε ἐν ἐνί ἐστι τῶν μερῶν, οὔτε ἐν πᾶσιν ὡς κατὰ σύνταξιν· Αὐτὸ δὲ ὅν καθ’ ἑαυτὸ πρὸ τῶν μερῶν εἰς πάντα ἐλλάμπει χωριστῶς, οὔτε ἑνὸς ὅν, οὔτε πλειόνων, οὔτε πάντων,