Ancient Greek
871
Damascius, In Parmenidem 871
Unproofread scanNot analysed yet
εἰπεῖν, εἶτα ἐμερίσθη ἀφ’ ἑαυτοῦ, καὶ ἐπεστράφη πρὸς ἑαυτόν· καὶ μήποτε αὐτὸς μὲν ἐν ἑαυτῷ, ὁ δὲ ζωογονικὸς νοῦς, ἀφ’ ἑαυτοῦ, ὁ δὲ δημιουργικὸς πρὸς ἑαυτὸν ποιεῖται τὴν ἐπιστροφὴν. ἤδη δὲ καὶ κατὰ τὴν ἡμῖν δοκοῦσαν ἐπιβολὴν ἀποδεικτέον ὅπως ὁ νοῦς, ἐν ἑαυτῷ ὤν, χωρεῖ καὶ εἰς πρόνοιαν τῶν δευτέρων, εἴτε τοῦ ἄλλου, εἴτε τῶν ἄλλων. Ὁ δὴ νοῦς τὰ