Ancient Greek
873
Damascius, In Parmenidem 873
Unproofread scanNot analysed yet
προβάλλεται, καὶ οἷον ἐξεμεῖ τὰ οἰκεῖα γεννήματα, καὶ τινὰ σύνταξιν ἀναδέχεται πρὸς τὰ μεθ’ ἑαυτὸν, ὥσπερ καὶ ὁ εἰληχὼς δαίμων ἡμᾶς τῷ ἑαυτοῦ πλήθει συμμέτρως ἔχει πρὸς τὸν διασπασμὸν τοῦ ἡμετέρου βίου παντός. Καὶ διὰ τοῦτο ὁ Παρμενίδης οὐχ ὁρᾷ νῦν τὸ ἐν οὔτε ἐν ἑαυτῷ ἀπλῶς, οὔτε ἐν πᾶσιν τοῖς ἑαυτοῦ μέρεσιν· ἐπέστραπτο γὰρ καὶ ταῦτα πρὸς τὸ ὅλον,