Ancient Greek
877 to 878
Damascius, In Parmenidem 877-878
Unproofread scanNot analysed yet
τῷ πρὸ αὐτοῦ ὡς ἐν ἄλλῳ, ἀλλ’ οὐκ ἦν ἐν ἐκείνῳ ὡς ὅλον, ἀλλ’ ὡς μέρος· ὡς δὲ ὅλον, παραλαμβάνει ὁ Παρμενίδης· ὥστε ἐν ἄλλῳ τῷ μετ’ αὐτό, ἢ ὡς ὅλον μέν, κατὰ μέθεξιν δὲ καὶ κατὰ πρόνοιαν τὴν ὡς εἰς ἄλλο καθήκουσαν, ἀλλ’ οὐκ εἰς μέρος· ἢ μᾶλλον, ὡς φησιν ὁ μέγας Ἰάμβλιχος, ὡς μέρη μέν εἰς ἑαυτὸν ἐπέστραπται, τὸν μερισμὸν ἀνακαλούμενος· ὡς δὲ εἶδη, ἐν ἑαυτῷ τέλειος ὑπὸ τῶν δευτέρων μετέχεται χωριστῶς. Ἵσως δὲ καὶ ὡδε· ὡς μὲν εἶδος ἐξ εἰδῶν, ἐν ἑαυτῷ ὅλος, ὡς δὲ παράδειγμα ἐκ παραδειγμάτων, ἐν ἄλλῳ καὶ πρὸς ἄλλο, καὶ πολὺ διαφερόντως ὁ προσεχέστατος τῷ δημιουργῷ παραδειγματικῶς νοῦς τεταγμένος· χωρὶς δὲ τούτων ὁ πρῶτος νοῦς ἀποτεμὼν ἑαυτὸν τῶν πρὸ ἑαυτοῦ, καὶ