Ancient Greek
894 to 895
Damascius, In Parmenidem 894-895
Unproofread scanNot analysed yet
ἐν προβαλλομένῳ καὶ ἐπὶ τούτου ἰδίως συμπεραίνοντι [συμπεραίνεται]. Ἀλλὰ μὴν καὶ πρὸς τὸ δέκατον ἀπαντησόμεθα λέγοντες ἐν μὲν ὅτι, εἰ καὶ πάντα τὰ μέρη τὸ ὅλον ἐστί, ἀλλ’ οὐκ ἐν τῷ ὅλῳ δοκεῖ εἶναι τὰ μέρη· ἀλλ’ οὐκ ἐστὶν ἐν αὐτῷ κατὰ τὸ ἀληθές, ἀλλὰ σὺν αὐτῷ μᾶλλον, ἐπεὶ καὶ τὸ ὅλον αὐτὸ ὃ ἐστὶν ἐν τοῖς μέρεσιν ἐστίν, ἢ σὺν τοῖς μέρεσιν. Ἕτερον δὲ ὡς εἴ σου καὶ ἄλλοθι, τὰ μέρη τὸ ὅλον καὶ ἐν ὅλῳ· ἀλλὰ τοῦτο ἀπὸ ταύτης ἄρχεται τῆς τάξεως, καὶ πρόεισιν εἰς τὰ ἐξῆς πάντα, ὥστε τινὰ καὶ ἐν τοῖς ἐνύλοις ἔμφασιν ἐνεῖναι τῆς τοιαύτης ιδιότητος. Καὶ γὰρ τὸ εἶδος ἢ εἶδος ἐπέστραπται πρὸς ἑαυτὸ καὶ ἅμα ἐστὶν ἐν ἑαυτῷ καὶ ἐν ἄλλῳ,