Ancient Greek
897 to 898
Damascius, In Parmenidem 897-898
Unproofread scanNot analysed yet
ἐπιστροφήν. Καὶ μήποτε ὁ μὲν Κρόνιος νοῦς πρῶτος αὐθυπόστατος, ὁ δὲ ζωογόνος πρῶτος αὐτόγνωστος, ὥστε κατ’ ἐπικράτειαν εἰπεῖν· ἤδη γὰρ ταῦτα καὶ ἐν τοῖς νοητοῖς ἀπεφήναμεν τὸν κρυφιώτερον τρόπον, κατὰ τοὺς πατρικούς ὑφεσιῶτα νόας. Ἄλλ’ ὥσπερ οἱ νοεροὶ Θεοὶ ὄντως νόες εἰσίν, οὕτω καὶ τὰ ὑπάρχοντα ὡς νοῦς ἐκείνοις ἔτι μειζόνως καὶ ἐμφανέστερον ἐν τούτοις ὁρᾶται· τὰ δὲ πρὸ τούτων ζῷα γίγνονται ἀντὶ οὐσιῶν, ἐν τῷ προϊέναι λαχοῦσαι τὴν ὑπόστασιν. Τάχα δ’ ἄν τις ἀκριβολογούμενος εὕροι τὸ αὐθυπόστατον τοῦ ἐν ἑαυτῷ πρεσβύτερον· ὡς γὰρ τοῦ ὑφ’ ἑτέρου ὑφιστάμενου προτέτακται τοῦ ἐν ἄλλῳ. Τὰ γοῦν πρὸ τῶν νοερῶν ὑφίστατο μὲν ὑπὸ ἄλλων πρὸ αὐτῶν. Οὐκ ἢν δὲ ἐν αὐτοῖς ὡς ἐν ἄλλοις, καθάπερ εἴρηται· οὕτω καὶ τὸ