Ancient Greek
904 to 906
Damascius, In Parmenidem 904-906
Unproofread scanNot analysed yet
δὲ τὴν Ἰαμβλίχου παραθέσθαι ἐξήγησιν, ἐκεῖνος ὁ ἄνθρω οὐδὲ εἶναί τί φησιν ἐν τοῖς ὄντως οὖσιν, ὁ ἐν πᾶσι μέν, οὐκ ἐν ἑκάστῳ δέ, τὸ γὰρ ἔον ἐν πλεῖον ὄντος φάναι καὶ τὸν ἐν ἔπεσι Παρμενίδην, ὡς πᾶν ὅπερ ἂν ἢ ἐκεῖ διὰ πάντων χωροῦν, καὶ πανταχοῦ παραφαίνόμενον· ν. νόμενον· καὶ λέγει «πᾶν» καλῶς. Εἰ γοῦν εἴη καὶ ἀριθμὸς ἐκεῖ τις, οὐσιώδης ἐσὶν ἰδιότης, ὁμοῦ μέν ἐν τῷ ἀθροίσματι, ὁμοῦ δὲ ἐν ἑκάστῳ οὔσα· δυοδεκαδικὴ γὰρ καὶ ἡ τῶν δώδεκα ἡγεμόνων πλῆθὺς· καὶ αὐτὸς ἕκαστος τῷ εἴδει συνοσιώται τῆς δυοδεκάδος· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἀριθμῶν. Μήποτε δέ, ὡς ἐδείχθη ἐν ἑαυτῷ ὡς τὰ πάντα μέρη, οὕτως ἐν ἄλλῳ δείκνυται ὡς οὐκ ὄντα μέρη· ἡ μὲν γὰρ ἐκ μερῶν ὁλότης ἐν ἑαυτῷ, ἡ δὲ πρὸ μερῶν ἐν ἄλλῳ. Τὸ δὲ πρὸ μερῶν προϋπάρχει ἑκάστου, ὥστε καὶ πάντων, καὶ εἰ μὲν ἐν τῷ κρεῖττονι, ὡς φησιν αὐτός· εἰ δὲ ἐν τῷ χείρονι κατὰ τὸ κρεῖττον, ἀπερίγραφον τὴν εἰς τὰ ἄλλα ποιεῖται πρόνοιαν καὶ ἀμέριστον καὶ ἐξηρημένην, ὡς Ἰάμβλιχος, κατὰ τὴν ἡμετέραν ἐπίβολην, ὡς μὲν ἐπεστραμμένων τῶν