Ancient Greek
926 to 927
Damascius, In Parmenidem 926-927
Unproofread scanNot analysed yet
κατὰ τὸ πλῆρες ἑαυτοῦ παραγίνεται, τὸ δὲ ἐν ἄλλῳ κατὰ τὸ ὑπέρπληρες, καὶ τὸ μὲν ἑαυτοῦ πληρωτικὸν ἀπὸ τῆς τελεταρχικῆς ἰδιότητος ἥκει τῷ νῷ, τὸ δὲ ἄλλων ἀπὸ τῆς συνοχικῆς. Αὕτη μὲν γὰρ τῶν μερῶν ἐστὶ γεννητικὴ καὶ προαγωγός, ἐκείνη δὲ μόνον τελεσιουργός, ἐν τῷ ὅλῳ μένειν ποιοῦσα· ἡ δὲ ὁλότης αὐτοῖς παρείχετο καὶ τὴν εἰς ἄλλα πρόοδον· ἦν γὰρ ὅλον καὶ ἕκαστον μέρος καὶ ταύτῃ ἄλλων γεννητικόν· ἡ μὲν ἄρα μέρη ἀγαπᾷ μένειν ἐν ἑαυτῷ, ἡ δὲ ὅλον ὡς διόλου τοιοῦτον οἷον ἠφανισμένων τῶν μερῶν ὑπὸ τῆς ὁλότητος, εὐθὺς ἐν ἄλλοις, ὅτι πρόεισιν εἰς τὰ ἄλλα. ΠΕΡΙ ΤΗΣ ΜΕΣΗΣ ΤΩΝ ΝΟΕΡΩΝ ΤΑΞΕΩΣ. Περὶ τῆς μέσης τῶν νοερῶν τάξεως διαλεγομένους ἀναγκαῖον ζητῆσαι πρῶτον μὲν εἰ ὅσα παραλαμβάνει