Ancient Greek
930
Damascius, In Parmenidem 930
Unproofread scanNot analysed yet
Πέμπτον, ὡς οὐ τὴν ζωήν ταῦτα χαρακτηρίζει, ἀλλὰ τὴν ζωογόνον Θεόν, καὶ τί τὸ ζωογόνον ἰδίωμα διαφέρει τῆς ζωῆς αὐτῆς· καὶ διὰ τί οὐ μόνον κίνησις, ἀλλὰ καὶ στάσις αὐτὴν εἰδοποιεῖ. Ἔκτον τοίνυν, ὡς καὶ κατ’ Ὄρφεα καὶ κατὰ τὰ λόγια τῆς ζωογόνου Θεοῦ ἐξῆπται ἡ φύσις· τί γὰρ ἂν εἴη ζωῆς ἔσχατον ἴχνος ἄλλο παρὰ τὴν φύσιν; ἔδει