Ancient Greek
936
Damascius, In Parmenidem 936
Unproofread scanNot analysed yet
ἐπωνυμίαν αὐτῷ παρέσχετο τὴν ἑαυτῆς μετὰ τῆς ἰδιότητος, δῆλον ὅτι ἥς ἡ ἐπωνυμία. Κατὰ τὸν αὐτὸν ἄρα λόγον καὶ τὸ ἅπλεσθαι καὶ μὴ ἅπλεσθαι ἰδιότης ἐστὶν ἀπόλυτος, καὶ μία φύσις ἴδιος αὕτη τὸν πάντα τοῦτον εἰδοποιοῦσα διάκοσμον, καὶ ὥσπερ αἱ ἄλλαι ὁλοφυεῖς ἰδιότητες τοῦ κόσμου εἰδοποιοῦσαι, εἰς τὸν ἕνα νοῦν ἕκαστον συρρεύσασαι κατὰ τὸν τοῦ νοῦ μερισμόν, γένη τοῦ ὄντος