Ancient Greek
939
Damascius, In Parmenidem 939
Unproofread scanNot analysed yet
εἰπεῖν ὅτι πανταχοῦ μὲν τὰ γένη τοῦ ὄντος οὐ τὰ πέντε μόνον, ἀλλὰ καὶ τὰ ἄλλα· καὶ οὐ μόνον ἐν τοῖς νοητοῖς καὶ νοεροῖς, ἀλλὰ καὶ ἐν αὐτοῖς τοῖς νοητοῖς, κατ’ ἐπικράτειαν δὲ ὅμως καὶ ἔκφασιν παντελῆ καὶ ἀντιδίαιρεσιν διεστώσαν, ἄλλα ἀλλαχοῦ παραφαίνεται, ἀεὶ τῶν κοινοτέρων καὶ θειοτέρων προαναφαινομένων, ἄτε πλησιαζόντων τῇ μιᾷ συναιρέσει τοῦ ὄντος· ἐκεῖνο γὰρ ἡ πηγὴ