Ancient Greek
951 to 952
Damascius, In Parmenidem 951-952
Unproofread scanNot analysed yet
ἡ κίνησις; τοῦτο γὰρ ἦν τέταρτον τῶν προβεβλημένων. Ἄρα ἡ στάσις ὁ ἀμεῖλικτος, ὡς ἕστι τοῦτον τοῦ νοῦ; ἕστι ἄρα κίνησις μόνον ἢ ζωογόνος ἢ Θεός· καίτοι ὡς καὶ πρόσθεν ἐλέγομεν, ἑκάσῃ ἀντίθεσις ἑκάστου ἑνὸς κατηγορεῖται. Βέλτιον ἄρα ὡς ὁ Φιλόσοφος Συριανὸς ἐπὶ τοῦ αὐτοῦ νοῦ ἑκάτερον ἀκούειν, ἐπειδή καὶ ἀνάγκη τὸ κινούμενον ἑσλὼς οὕτω κινεῖσθαι· καὶ ἕστιν ἀντὶ μὲν τοῦ ἐν ἑαυτῷ τὸ ἐσλᾶναι, ἀντὶ δὲ τοῦ ἐν ἄλλῳ τὸ κινεῖσθαι. Μήποτε δὲ ὁ μὲν πρῶτος νοῦς μονοειδὴς ἦν καὶ ἀμέριστος, καὶ οὐσιώδης, ὡς νοῦ φάναι οὐσίαν, ὁ δὲ δεύτερος ἐν τῷ προϊέναι καὶ μερίζεσθαι ἀφ’ ἑαυτοῦ καὶ ζωτικὸς εἶναι, ὁρᾶται οἷον ἐν προόδῳ οὐσιωμένος, καὶ διὰ τοῦτο κινεῖται καὶ ἕστηκεν, ὥσπερ ὁ τρίτος, ἤδη τὴν ὅλην