Ancient Greek
956
Damascius, In Parmenidem 956
Unproofread scanNot analysed yet
ἀναλογοῦσαν τῇ διτλῇ τοῦ νοῦ ἐπιστροφῇ, τῇ τε πρὸς ἑαυτόν, καὶ τῇ πρὸς τὸ κρεῖττον, κατὰ τὸν Συριανόν. Εἰ δὲ κατὰ τὴν ὑμετέραν ὑπόνοιαν ἐκδεχοίμεθα τὸ ἐν ἄλλῳ ἐν τῷ χείρονι κατὰ πρόνοιαν τοῦ κρεῖττονος, ἐροῦμεν καὶ τὸ κινούμενον ἐπὶ τὰ κάτω χωρεῖν, ἀπὸ σιλάσεως ὁρμώμενον τῆς ἐν ἑαυτῷ, καὶ συμφωνότερον ταῖς Θεολογίαις. Ἡ τε γὰρ Ῥέα πάντων