Ancient Greek
961
Damascius, In Parmenidem 961
Unproofread scanNot analysed yet
τοῦ πρώτου ζώου τοῦ νοητοῦ, τῆς δὲ ὑπὲρ τὸ ζῷον ἐκεῖνο ζωῆς, ἢ τοῦ φυτοῦ καταδεεστέρα φύσις· ὁλότης δὲ μετὰ τὸ ζῷον κατὰ ἀλήθειαν ζωῆς, ἢ ἄλογος, ἀμυδρὰν ἔχουσα γνῶσιν· ὡς ἐκείνη νοητὴ ἦν καὶ νοερὰ· τῆς δὲ γε νοερᾶς, ἢ γενικὴ λογικὴ ψυχή. Διὸ λογικὴ ἐστὶ ζωή, ὡς ἐκείνη ἢ νοερὰ· μήποτε δὲ καὶ ταύτῃ σῴζοιμεν ἂν τὴν ἀναλογίαν·