Ancient Greek
965 to 966
Damascius, In Parmenidem 965-966
Unproofread scanNot analysed yet
Αὕτη γὰρ ἀπὸ τοῦ Κρόνου τοὺς τε ἄλλους Κρονίδας ἐξάγει καὶ αὐτὸν ἤδη τὸν δημιουργόν· ἐξῃρημένη τε αὐτοῦ κατὰ τὴν στάσιν, συνδιακοσμεῖ αὐτῷ πάντα κατὰ τὴν κίνησιν· καὶ τῷ μὲν πρώτῳ πατρὶ συνέσλη κατὰ τὴν στάσιν, τῷ τῷ δὲ τρίτῳ κατὰ τὴν κίνησιν· διόπερ ὡς ἐν ἄλλῳ κινεῖται κατὰ τὸν Παρμενίδην. Ὡς οὖν ἐν ἑαυτῷ καὶ ἐν ἄλλῳ νοῦν ἐδήλου καθ’ ἑαυτὸν μὲν ὑφεστῶτα, ὠδίνοντα δὲ τὴν ἄλλων φύσιν, ἢ τὴν τῶν ἄλλων δημιουργίαν, οὕτω καὶ τὸ κινούμενον καὶ ἐστώς, τὴν τοιαύτην ζωὴν ἀκουσλέου ἢ ῥοπὴν ἤδη ἔχειν τινὰ πρὸς τόνδε τὸν κόσμον, ἢ μετὰ τοῦ ἐστάναι ἐφ’ ἑαυτῆς ἔξω τῆς δημιουργίας. Καὶ μήποτε αὕτη ἐστὶν ἢ ἀληθεστάτη διαφορὰ τῆς τε νοερᾶς ταύτης ζωογονίας καὶ τῆς ἀπλῶς