Ancient Greek
998 to 1000
Damascius, In Parmenidem 998-1000
Unproofread scanNot analysed yet
ζωῆς, καὶ τὰ ζῶντα κατὰ φύσιν τῆς πρὸ νοῦ ζωῆς, καὶ τὰ νοοῦντα ἄπερ ἐστὶν πρώτιστα τῶν ἐνθάδε εἰδῶν τῆς νοερᾶς ἐν ἐκείνοις τρίτης ὑποσιλάσεως. Μὴ τοίνυν θαυμαζέτω τις εἰ ἡ φύσις ἐσχάτη ἐστι ζωή, καὶ ταῦτα ἀπὸ τῆς νοερᾶς ζωογονίας ἐξηρημένη· μηδὲ ζητείτω ζωῆς ἴχνος ἐπίταδε τῆς φύσεως, προϊὸν ἀπὸ τῆς ἐπέκεινα τῆς ὅλης νοερᾶς ζωῆς· ἀλλ’ ἐννοείτω ὅτι κόσμος ὅδε κατὰ τὸν νοερὸν κόσμον δεδημιούργηται· καὶ ὅσα ἐν τούτῳ ὁρᾶται ἐκείνῳ πpoῦπάρχει. Παράδειγμα γὰρ ὁ νοῦς τοῦ κόσμου· εἰ δὲ καὶ ὁ νοῦς ἄλλης μετέχει ζωῆς τῆς πρὸ αὐτοῦ, καὶ τὰ τῆδε ὑφesiώτα φέρει ἐν ἑαυτοῖς ἐν κοινῷ τήνδε τὴν μέθεξιν, ἀλλ’ οὐκ ἰδίᾳ τι ἀφωρισμένον ζωῆς ἐκείνης ἀπήχημα· κρεῖττων γὰρ ἦν ἥ ὥστε προελθεῖν ἄχρι τῆς ὕλης· ἀλλὰ τὰ εἴδη τὰ ἐν τῇ ὕλῃ ἐν ἐκείνῃ, ὡς κοινὴ ἐστιν, ἐνεργίζεται. Οὕτω δὲ νοητέον καὶ τὸ ὂν ἐν τῇ κοινότητι τῶν ἐνθάδε ὄντων· ἀπὸ γὰρ τοῦ τρίτου ὃ ἐστιν τοῦ νοῦ προῆλθεν ἡ κοσμοποιία· ἀλλὰ τούτων μὲν ἄλις. Πρὸς δὲ τὸ ἐκδομοῦν ῥητέον οὐχ ὅτι κίνησις, ὡς φησι, καὶ σιλάσις ἴδια ἦν στοιχεῖα ζωῆς, ἡ